TLG 0125 001 :: ZENONIS EPISTULA :: Epistula

ZENONIS EPISTULA Epist.
(Incertum)

Cf. et ZENO Phil. (0635)

Epistula

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 792.

Citation: (Line)

tΒασιλεῖ Ἀντιγόνῳ Ζήνων χαίρειν.
1 Ἀποδέχομαί σου τὴν φιλομάθειαν καθ’ ὅσον τῆς ἀληθινῆς καὶ εἰς ὄνησιν τεινούσης, ἀλλ’ οὐχὶ τῆς δη‐ μώδους καὶ εἰς διαστροφὴν ἠθῶν ἀντέχῃ παιδείας. ὁ δὲ φιλοσοφίας ὀρωρεγμένος, ἐκκλίνων δὲ τὴν πολυ‐
5θρύλητον ἡδονήν, ἥ τινων θηλύνει νέων ψυχάς, φα‐ νερός ἐστιν οὐ μόνον φύσει πρὸς εὐγένειαν κλίνων ἀλλὰ καὶ προαιρέσει. φύσις δὲ εὐγενὴς μετρίαν ἄ‐ σκησιν προσλαβοῦσα, ἔτι δὲ τὸν ἀφθόνως διδάξοντα ῥᾳδίως ἔρχεται πρὸς τὴν τελείαν ἀνάληψιν τῆς ἀρε‐
10τῆς. ἐγὼ δὲ συνέχομαι σώματι ἀσθενεῖ διὰ γῆρας· ἐτῶν γάρ εἰμι ὀγδοήκοντα. διόπερ οὐ δύναμαί σοι συμμῖξαι. ἀποστέλλω δέ σοί τινας τῶν ἐμαυτοῦ συσχολαστῶν, οἳ τοῖς μὲν κατὰ ψυχὴν οὐκ ἀπολεί‐ πονται ἐμοῦ, τοῖς δὲ κατὰ σῶμα προτεροῦσιν. οἷς
15συνὼν οὐδενὸς καθυστερήσεις τῶν πρὸς τὴν τελείαν
εὐδαιμονίαν ἀνηκόντων.792